Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.44 | Dem. 21.47 (English) | >>Dem. 21.50 |
21.46καὶ τοσαύτῃ γʼ ἐχρήσαθʼ ὑπερβολῇ , ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις , ὁμοίως ἔδωκεν ὑπὲρ τούτου γραφήν . οὐ γὰρ ὅστις ὁ πάσχων ᾤετο δεῖν σκοπεῖν , ἀλλὰ τὸ πρᾶγμʼ ὁποῖόν τι τὸ γιγνόμενον · ἐπειδὴ δʼ εὗρεν οὐκ ἐπιτήδειον , μήτε πρὸς δοῦλον μήθʼ ὅλως ἐξεῖναι πράττειν ἐπέτρεψεν . οὐ γὰρ ἔστιν , οὐκ ἔστιν , ὦ ἄνδρες Ἀθηναῖοι , τῶν πάντων οὐδὲν ὕβρεως ἀφορητότερον , οὐδʼ ἐφʼ ὅτῳ μᾶλλον ὑμῖν ὀργίζεσθαι προσήκει . ἀνάγνωθι δʼ αὐτόν μοι λαβὼν τὸν τῆς ὕβρεως νόμον · οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου .
21.47
Νόμος
ἐάν τις ὑβρίζῃ εἴς τινα ,ἢ παῖδα ἢ γυναῖκα ἢ ἄνδρα ,τῶν ἐλευθέρων ἢ τῶν δούλων ,ἢ παράνομόν τι ποιήσῃ εἰς τούτων τινά ,γραφέσθω πρὸς τοὺς θεσμοθέτας ὁ βουλόμενος Ἀθηναίων οἷς ἔξεστιν ,οἱ δὲ θεσμοθέται εἰσαγόντων εἰς τὴν ἡλιαίαν τριάκοντα ἡμερῶν ἀφʼ ἧς ἂν γραφῇ ,ἐὰν μή τι δημόσιον κωλύῃ ,εἰ δὲ μή ,ὅταν ᾖ πρῶτον οἷόν τε .ὅτου δʼ ἂν καταγνῷ ἡ ἡλιαία ,τιμάτω περὶ αὐτοῦ παραχρῆμα ,ὅτου ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι .ὅσοι δʼ ἂν γράφωνται γραφὰς ἰδίας κατὰ τὸν νόμον ,ἐάν τις μὴ ἐπεξέλθῃ ἢ ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων ,ἀποτεισάτω χιλίας δραχμὰς τῷ δημοσίῳ .ἐὰν δὲ ἀργυρίου τιμηθῇ τῆς ὕβρεως ,δεδέσθω ,ἐὰν ἐλεύθερον ὑβρίσῃ ,μέχρι ἂν ἐκτείσῃ .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.44 | Dem. 21.47 (English) | >>Dem. 21.50 |